Πέμπτη 31 Μαΐου 2012

ΜΙΚΡΟΝ ΑΠΟΔΕΙΠΝΟΝ
 ΙΕΡΕΥΣ
Εὐλογητὸς ὁ Θεὸς ἠμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
 ΙΕΡΕΥΣ
Δόξα σοὶ ὁ Θεὸς ἠμῶν, δόξα σοί.
Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρὸς τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἠμὶν καὶ καθάρισον ἠμᾶς ἀπὸ πάσης κηλίδος καὶ σῶσον ἀγαθέ, τᾶς ψυχᾶς ἠμῶν. Ἀμήν.
ΑΝΑΓΝΩΣΤΗΣ:
ΤΡΙΣΑΓΙΟΝ
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς. [3]
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἠμᾶς. Κύριε, ἰλάσθητι ταὶς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τᾶς ἀνομίας ἠμίν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τᾶς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. 
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν ὁ ἐν τοὶς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἠμῶν τὸν ἐπιούσιον δὸς ἠμὶν σήμερον, καὶ ἅφες ἠμὶν τὰ ὀφειλήματα ἠμῶν, ὡς καὶ ἠμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἠμῶν, καὶ μὴ εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλὰ ρύσαι ἠμᾶς ἀπὸ τοῦ πονηροῦ.
 ΙΕΡΕΥΣ
Ὅτι σου ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῶ Χριστῷ τῷ βασιλεῖ καὶ Θεῶ ἠμῶν.
Ν' Ψαλμὸς
Ἐλέησον μὲ ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνω ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῆς ἐν τοὶς λόγοις σου, καὶ νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησε μὲ ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι, πλυνεῖς μέ, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μὲ ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τᾶς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοὶς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμα τὸ Ἅγιον μὴ ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοὶ τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τᾶς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ρύσαι μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλώσσα μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Ψαλμὸς 69
Ὁ Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαι μοὶ σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοι μοὶ κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντες μοί, εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σὸ πάντες οἱ ζητοῦντες σέ, ὁ Θεός. Καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὃ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχὸς εἰμὶ καὶ πένης, ὁ Θεός, βοήθησον μοί. Βοηθός μου καὶ ρύστης μου εἰ σύ, Κύριε, μὴ χρονίσης.
Ψαλμὸς 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθησε μὲ ἐν σκοτεινοὶς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοὶς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τᾶς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχὺ εἰσάκουσόν μου κύριε ἐξέλιπε τὸ πνεῦμα μου. Μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοὶς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησον μοὶ τὸ πρωὶ τὸ ἔλεός σου ὅτι ἐπὶ σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδὸν ἐν ᾑ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοὺ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξον μὲ τοῦ ποιεὶν τὸ θέλημά σου ὅτι σὺ εἰ ὁ Θεός μου. Τὸ πνεῦμα σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθεία, ἕνεκα τοῦ ὀνόματός σου, Κύριε ζήσεις μέ. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Δοξολογία μικρὰ
Δόξα ἐν ὑψίστοις Θεῶ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκiα. Ὑμνοῦμεν σέ, εὐλογοῦμεν σέ, προσκυνοῦμεν σέ, δοξολογοῦμεν σέ, εὐχαριστοῦμεν σοὶ διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἠμᾶς ὁ αἴρων τᾶς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἠμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἠμᾶς. Ὅτι σὺ εἰ μόνος ἅγιος, σὺ εἰ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σέ, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰώνα καὶ εἰς τὸν αἰώνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἠμὶν ἐν γενεᾷ καὶ γενεά. Ἐγὼ εἶπα, Κύριε, ἐλέησον μέ, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτον σοί.Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξον μὲ τοῦ ποιεὶν τὸ θέλημά σου, ὅτι σὺ εἰ ὁ Θεός μου. Ὅτι παρὰ σοῖ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοὶς γινώσκουσι σέ. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἠμᾶς. Εὐλογητὸς εἰ, Κύριε, ὁ Θεὸς τῶν πατέρων ἠμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰώνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἠμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.
Εὐλογητὸς εἰ, Κύριε, δίδαξον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἰ, Δέσποτα, συνέτισον μὲ τὰ δικαιώματά σου. Εὐλογητὸς εἰ, Ἅγιε, φώτισον μὲ τοὶς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰώνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδης. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τὲ πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕναν Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὐ τὰ πάντα ἐγένετο. Τὸν δι' ἠμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.Σταυρωθέντα τὲ ὑπὲρ ἠμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τὴ τρίτη ἡμέρα κατὰ τᾶς Γραφᾶς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν του Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρίναι ζώντας καὶ νεκρούς, Οὐ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῶ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν Προφητῶν. Εἰς Μίαν , Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἐν Βάπτισμᾳ εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Ἄξιον ἐστιν ὡς ἀληθῶς μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἠμῶν. Τὴν τιμιοτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ΤΡΙΣΑΓΙΟΝ
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς. [3]
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἠμᾶς. Κύριε, ἰλάσθητι ταὶς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τᾶς ἀνομίας ἠμίν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τᾶς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. 
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν ὁ ἐν τοὶς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἠμῶν τὸν ἐπιούσιον δὸς ἠμὶν σήμερον, καὶ ἅφες ἠμὶν τὰ ὀφειλήματα ἠμῶν, ὡς καὶ ἠμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἠμῶν, καὶ μὴ εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλὰ ρύσαι ἠμᾶς ἀπὸ τοῦ πονηροῦ.
ΙΕΡΕΥΣ
Ὅτι σου ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
ΑΝΑΓΝΩΣΤΗΣ: Ἀμήν.
Εἴτα τὸ τροπάριον τοῦ κατὰ τῆς ἡμέρας Ἅγιον ἢ τὰ παρόντα
Ὁ Θεὸς τῶν πατέρων ἠμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἠμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσης τὸ ἔλεός σου ἀφ' ἠμῶν, ἀλλὰ ταὶς αὐτῶν ἰκεσίαις, ἐν εἰρήνῃ κυβέρνησαν τὴν ζωὴν ἠμῶν.Τῶν ἐν ὄλῳ τῷ κοσμῷ μαρτύρων σου, ὡς πορφύραν καὶ βύσσον τὰ αἵματα, ἡ Ἐκκλησία σου στολισαμένη, δι' αὐτῶν βοᾶ σοί, Χριστὲ ὁ Θεός, τῷ λαῷ σου τοὺς οἰκτιρμούς σου κατάπεμψον, εἰρήνην τὴ πολιτεία σου δώρησαι, καὶ ταὶς ψ ὑχαὶς ἠμῶν τὸ μέγα ἔλεος.
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τᾶς ψυχᾶς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τὴ πρεσβεία Κύριε, πάντων τῶν Ἅγιων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἠμίν, καὶ ἐλέησον ἠμᾶς, ὡς μόνος οἰκτίρμων.
Κύριε ἐλέησον μ'
Ὁ ἐν παντὶ καιρῶ καὶ πάση ὥρα ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυέσπλαγχνος, ὁ τοὺς δικαίους ἀγαπῶν καὶ τοὺς ἁμαρτωλοὺς ἐλεῶν, ὁ πάντας καλῶν πρὸς σωτηρίαν διὰ τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν , αὐτός. Κύριε, πρόσδεξαι καὶ ἠμῶν ἐν τῇ ὥρᾳ ταύτη τᾶς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἠμῶν πρὸς τᾶς ἐντολᾶς σου. Τᾶς ψυχᾶς ἠμῶν ἁγίασον, τὰ σώματα ἄγνισον , τοὺς λογισμοὺς διόρθωσον, τᾶς ἐννοίας κάθαρον καὶ ρύσαι ἠμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἠμᾶς ἁγίοις σου Ἀγγέλοις, ἴνα τὴ παρεμβολὴ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν τῆς ἀπροσίτου σου δόξης, ὅτι εὐλογητὸς εἰ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Κύριε ἐλέησον γ'
Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Ἐν ὀνόματι Κυρίου, εὐλόγησον Πάτερ.
 ΙΕΡΕΥΣ
Ὁ Θεὸς οἰκτιρῆσαι ἠμᾶς, καὶ εὐλογῆσαι ἠμᾶς, ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ' ἠμᾶς καὶ ἐλεῆσαι ἠμᾶς
ΑΝΑΓΝΩΣΤΗΣ:
Κύριε ἐλέησον ἴβ΄ Καὶ σῶσον καὶ βοήθησον ἠμας Παναγία Παρθένε.
Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοὶς ἀνθρώποις τὴ παραδόξω σου κυήσει ἐνώσασα καὶ τὴν ἀπωσθείσαν φύσιν τοῦ γένους ἠμῶν τοὶς οὐρανίοις συνάψασα, ἡ τῶν ἀπηλπισμένων μόνη ἔλπις καὶ τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον, μὴ βδελύξη μὲ τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροὶς λογισμοὶς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καὶ τῶν ἡδονῶν τοῦ βίου, ραθυμία γνώμης, δοῦλον γενόμενον, ἀλλ' ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτω, καὶ δέξαι μου τὴν ἐκ ρυπαρῶν χειλέων προσφερομένην σοὶ δέησιν, καὶ τὸν σὸν Υἱὸν , καὶ ἠμῶν Δεσπότην καὶ Κύριον, τὴ μητρική σου παρρησία χρωμένη δυσώπησον, ἴνα ἄνοιξη καμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος καί, παριδῶν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψη μὲ πρὸς μετάνοιαν καὶ τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξη μέ. Καὶ πάρεσο μοὶ ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίω θερμὴ προστάτις καὶ βοηθός, τᾶς τῶν ἐναντίων ἑφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσα μέ, καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα καὶ τᾶς σκοτεινᾶς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα, ἐν δὲ τὴ φοβερὰ ἥμερα τῆς κρίσεως, τῆς αἰωνίου μὲ ρυομένη κολάσεως, καὶ τῆς ἀπορρήτου δόξης τού σου Υἱοῦ καὶ Θεοῦ ἠμῶν κληρονόμον μὲ ἀποδεικνύουσα. 'Ἢς καὶ τύχοιμι, Δέσποινά μου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπία τοῦ μονογενοῦς Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἠμῶν Ἰησοῦ Χριστοῦ, ὢ πρέπει πάσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῶ καὶ ζωοποιῶ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων . Ἀμήν.
Καὶ δὸς ἠμίν, Δέσποτα, πρὸς ὕπνον ἀπιούσιν , ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἠμᾶς ἀπὸ τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡδυπαθείας. Παῦσον τᾶς ὁρμᾶς τῶν παθῶν , σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ' ἠμῶν δολίως κινούμενα. Τᾶς τῆς σαρκὸς ἠμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἠμῶν φρόνημα κοίμισαν. Καὶ δώρησαι ἠμίν, ὀΘεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν , ὕπνον ἐλαφρὸν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἠμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταὶς ἐντολαίς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἐαυτοὶς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἠμὶν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεὶν καὶ εὐλογεὶν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά σου, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὑπερένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῶ ἠμῶν , καὶ αἴτησαι ἴνα σώση διὰ σου τᾶς ψυχᾶς ἠμῶν.
Ἡ ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἅγια, δόξα σοί.
Τὴν πάσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην σου.
Ἐπi σoὶ χαίρει, Κεχαριτωμένη, πάσα ἡ κτίσις. Ἀγγέλων τὸ σύστημα καὶ ἀνθρώπων τὸ γένος, ἠγιασμένε ναὲ καὶ παράδεισε λογικέ, παρθενικὸν καύχημα, ἐξ ἢς Θεὸς ἐσαρκώθη καὶ παιδίον γέγονεν, ὁ πρὸ αἰώνων ὑπάρχων Θεὸς ἠμῶν, τὴν γὰρ σὴν μήτραν θρόνον ἐποίησε, καὶ τὴν σὴν γαστέρα πλατυτέραν οὐρανῶν ἀπειργάσατο. Ἐπὶ σοῖ χαίρει, Κεχαριτωμένη, πάσα ἡ κτίσις δόξα σοί.
Ἅγιε Ἄγγελε, ὁ ἐφεστῶς τῆς ἄθλιάς μου ψυχῆς καὶ ταλαίπωρού μου ζωῆς, μὴ ἐγκαταλίπης μὲ τὸν ἁμαρτωλόν, μηδὲ ἀποστὴς ἂπ ἐμοῦ διὰ τὴν ἀκρασίαν μου, μὴ δώης χώραν τῷ πονηρῷ δαίμονι κατακυριεῦσαί μου τὴ καταδυναστεία τοῦ θνητοῦ του τούτου σώματος, κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησαν μὲ εἰς ὁδὸν σωτηρίας. Ναί, Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστῆς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοὶ συγχώρησον, ὅσα σοὶ ἔθλιψα πάσας τᾶς ἡμέρας τῆς ζωῆς μου, καὶ εἰ τί ἥμαρτον τὴν σήμερον ἡμέραν, σκέπασον μὲ ἐν τῇ παρούσῃ νυκτὶ καὶ διαφύλαξον μὲ ἀπὸ πάσης ἐπήρειας τοῦ ἀντικειμένου, ἴνα μὴ ἐν τίνι ἁμαρτήματι παροργίσω τὸν Θεόν, καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, τοῦ ἐπιστηρίξαι μὲ ἐν τῷ φόβῳ αὐτοῦ, καὶ ἄξιον ἀναδεῖξαι μὲ δοῦλον τῆς αὐτοῦ ἀγαθότητος. Ἀμήν.
Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία• ὁ Κύριος μετὰ σοὺ• εὐλογημένη σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτήρα ἔτεκες τῶν ψυχῶν ἠμῶν. (3)
ΙΕΡΕΥΣ
Δόξα Σοὶ ὁ Θεός, ἡ ἐλπὶς ἠμῶν, Κύριε, δόξα Σοί.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἠμῶν, ταὶς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τοῦ ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου (της ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλέησαι καὶ σῶσαι ἠμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.
ΧΟΡΟΣ
Κύριε ἐλέησον. [καὶ μετὰ ἀπὸ κάθε αἴτηση]
Ὑπὲρ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.
Ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἠμῶν (δεῖνος) καὶ πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Ὑπὲρ τοῦ εὐσεβοῦς ἠμῶν ἔθνους.
Ὑπὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.
Ὑπὲρ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἠμῶν.
Ὑπὲρ τῶν διακονούντων καὶ διακονησάντων ἠμίν.
Ὑπὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἠμᾶς.
Ὑπὲρ τῶν ἐντειλαμένων ἠμὶν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.
Ὑπὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.
Ὑπὲρ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.
Ὑπὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.
Εὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.
Καὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἠμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων.
Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον. (γ')

ΧΟΡΟΣ
Τὴν ὡραιότητα τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεῖς ἐβόα σοὶ Θεοτόκε, Ποὶον σοὶ ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σέ; ἀπορῶ καὶ ἐξίσταμαι, διὸ ὡς προσετάγην βοῶ σοί. Χαῖρε ἡ Κεχαριτωμένη.
ΙΕΡΕΥΣ
Δι’ εὐχῶν τῶν ἁγίων Πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἠμῶν, ἐλέησον καὶ σῶσον ἠμᾶς.
ΧΟΡΟΣ: Ἀμήν.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου


Ελάτε μαζί μας στο facebook